Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.46 Dem. 29.49 (English) >>Dem. 29.53

29.48ἔτι δὲ τοῦτον, εἴ τι τούτων ἀληθὲς ἦν, οἴεσθʼ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; ὃς τὴν μὲν προῖκʼ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς αὐτῇ συνοικήσων, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρʼ ἔγημεν διʼ αἰσχροκερδίαν, ἵνα πρὸς αἷς εἶχεν παρʼ ἡμῶν, ἑτέρας ὀγδοήκοντα μνᾶς λάβοι παρʼ ἐκείνου· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων καὶ ταῦτʼ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθʼ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετʼ ἐκείνης αὐτῶν κύριον; 29.49 τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δʼ οὐκ ἐμέλλεθʼ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετʼ ἂν ἐξὸν αὐτῷ λαβεῖν; καὶ τίς ἂν πιστεύσειεν; οὐκ ἔστι ταῦτʼ, ἄνδρες δικασταί, οὐκ ἔστιν· ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν πατήρ, ἐκείνῃ τῇ ἡμέρᾳ κατωρύττετο, ὅτʼ εἰς τὰς τούτων χεῖρας ἦλθεν, οὗτος δʼ οὐκ ἔχων ἂν εἰπεῖν ὅπου τι τούτων ἀπέδωκεν, ἵνʼ εὔπορος εἶναι δοκῶν μηδενὸς τύχω παρʼ ὑμῶν ἐλέου, τούτοις χρῆται τοῖς λόγοις.

29.50πολλὰ μὲν οὖν ἔγωγʼ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· οὐκ ἐνδέχεται δέ μοι, τῷ μάρτυρι τοῦ κινδύνου περὶ τῆς ἐπιτιμίας ὄντος, περὶ ὧν αὐτὸς ἠδίκημαι λέγειν. ἀλλὰ βούλομαι πρόκλησιν ὑμῖν ἀναγνῶναι· γνώσεσθε γὰρ ἐξ αὐτῆς ἀκούσαντες, τὰ μεμαρτυρημένʼ ὡς ἔστιν ἀληθῆ, καὶ τὸν Μιλύαν ὅτι νῦν μὲν περὶ πάντων φησὶν ἐξαιτεῖν, τὸ δὲ πρῶτον ὑπὲρ τριάκοντα μόνον μνῶν ἐξῄτει, καὶ προσέτι ζημιοῦται κατὰ τὴν μαρτυρίαν οὐδέν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.46 Dem. 29.49 (English) >>Dem. 29.53

Powered by PhiloLogic